Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 50.67 Dem. 51.2 (English) >>Dem. 51.7

Περὶ τοῦ Στεφάνου τῆς Τριηραρχίας

51.1εἰ μὲν ὅτῳ πλεῖστοι συνείποιεν, βουλή, τὸ ψήφισμʼ ἐκέλευε δοῦναι τὸν στέφανον, κἂν ἀνόητος ἦν εἰ λαβεῖν αὐτὸν ἠξίουν, Κηφισοδότου μόνου μοι συνειρηκότος, τούτοις δὲ παμπόλλων. νῦν δὲ τῷ πρώτῳ παρασκευάσαντι τὴν τριήρη τὸν ταμίαν προσέταξεν δῆμος δοῦναι, πεποίηκα δὲ τοῦτʼ ἐγώ· διό φημι δεῖν αὐτὸς στεφανοῦσθαι. 51.2θαυμάζω δὲ καὶ τούτων, ὅτι τῆς τριήρους ἀμελήσαντες τοὺς ῥήτορας παρεσκεύασαν, καὶ δοκοῦσί μοι παντὸς διημαρτηκέναι τοῦ πράγματος, καὶ νομίζειν οὐχὶ τοῖς ποιοῦσιν δεῖ χάριν ὑμᾶς ἔχειν, ἀλλὰ τοῖς φάσκουσιν, οὐ τὸν αὐτὸν τρόπον ἐγνωκότες ὅνπερ ἐγὼ περὶ ὑμῶν. καὶ κατʼ αὐτὸ δὴ τοῦτο δικαίως ἂν ἔχοιτʼ εὐνοϊκωτέρως ἐμοί· φαίνομαι γὰρ βελτίους ὑμᾶς ὑπολαμβάνων οὗτοι. 51.3ἐχρῆν μὲν οὖν, ἄνδρες Ἀθηναῖοι, καὶ δίκαιον ἦν τοὺς τὸν στέφανον οἰομένους δεῖν παρʼ ὑμῶν λαβεῖν αὑτοὺς ἀξίους ἐπιδεικνύναι τούτου, μὴ ἐμὲ κακῶς λέγειν. ἐπειδὴ δὲ τοῦτο παρέντες ἐκεῖνο ποιοῦσιν, ἀμφότερʼ αὐτοὺς ἐπιδείξω ψευδομένους, θʼ αὑτοὺς ἐνεκωμίασαν καὶ ὅσʼ εἰς ἡμᾶς ἐβλασφήμησαν, ἐξ αὐτῶν τῶν πεπραγμένων ἑκατέροις.

51.4ψήφισμα γὰρ ὑμῶν ποιησαμένων, ὃς ἂν μὴ πρὸ τῆς ἕνης καὶ νέας ἐπὶ χῶμα τὴν ναῦν περιορμίσῃ, δῆσαι καὶ δικαστηρίῳ παραδοῦναι, καὶ ταῦτα κυρωσάντων, ἐγὼ μὲν περιώρμισα καὶ στέφανον διὰ ταῦτα παρʼ ὑμῶν ἔλαβον, οὗτοι δʼ οὐδὲ καθείλκυσαν, ὥστʼ ἔνοχοι δεσμῷ γεγόνασιν. πῶς οὖν οὐκ ἀτοπώτατον ἂν διαπράξαισθʼ ἔργον, εἰ τοὺς καθʼ ἑαυτῶν ἐάσαντας τίμημα τοιοῦτον ἐπαχθῆναι, τούτους στεφανώσαντες ὑμεῖς φαίνοισθε;



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 50.67 Dem. 51.2 (English) >>Dem. 51.7

Powered by PhiloLogic